Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.130 Dem. 21.132 (English) >>Dem. 21.135

21.131ὅσα μὲν τοίνυν, ἄνδρες δικασταί, τὸν ἀεὶ προστυχόντʼ αὐτῷ πεποίηκεν, ταῦτʼ ἐστίν. καὶ παραλέλοιφʼ ἕτερα· οὐ γὰρ ἂν δύναιτʼ οὐδεὶς εἰσάπαξ εἰπεῖν πολὺν χρόνον οὗτος ὑβρίζων συνεχῶς ἅπαντα τὸν βίον εἴργασται. ἄξιον δʼ ἰδεῖν ἐφʼ ὅσον φρονήματος ἤδη προελήλυθε τῷ τούτων δίκην μηδενὸς δεδωκέναι. οὐ γὰρ ἡγεῖθʼ, ὡς ἐμοὶ δοκεῖ, λαμπρὸν οὐδὲ νεανικὸν οὐδʼ ἄξιον ἑαυτοῦ τι ἄν τις πρὸς ἕνʼ εἷς διαπράττηται, ἀλλʼ εἰ μὴ φυλὴν ὅλην καὶ βουλὴν καὶ ἔθνος προπηλακιεῖ καὶ πολλοὺς ἁθρόους ὑμῶν ἅμʼ ἐλᾷ, ἀβίωτον ᾤετʼ ἔσεσθαι τὸν βίον αὑτῷ. 21.132καὶ τὰ μὲν ἄλλα σιωπῶ, μυρίʼ εἰπεῖν ἔχων, περὶ δὲ τῶν συστρατευσαμένων ἱππέων εἰς Ἄργουραν ἴστε δήπου πάντες οἷʼ ἐδημηγόρησε παρʼ ὑμῖν, ὅθʼ ἧκεν ἐκ Χαλκίδος, κατηγορῶν καὶ φάσκων ὄνειδος ἐξελθεῖν τὴν στρατιὰν ταύτην τῇ πόλει· καὶ τὴν λοιδορίαν ἣν ἐλοιδορήθη Κρατίνῳ περὶ τούτων, τῷ νῦν, ὡς ἐγὼ πυνθάνομαι, μέλλοντι βοηθεῖν αὐτῷ, μέμνησθε. τὸν δὴ τοσούτοις ἁθρόοις τῶν πολιτῶν ἔχθραν ἐπʼ οὐδενὶ τηλικαύτην ἀράμενον πόσῃ πονηρίᾳ καὶ θρασύτητι ταῦτα χρὴ νομίζειν πράττειν; 21.133καίτοι πότερʼ εἰσὶν ὄνειδος, Μειδία, τῇ πόλει οἱ διαβάντες ἐν τάξει καὶ τὴν σκευὴν ἔχοντες ἣν προσῆκε τοὺς ἐπὶ τοὺς πολεμίους ἐξιόντας καὶ συμβαλουμένους τοῖς συμμάχοις, σὺ μηδὲ λαχεῖν εὐχόμενος τῶν ἐξιόντων ὅτʼ ἐκληροῦ, τὸν θώρακα δʼ οὐδεπώποτʼ ἐνδύς, ἐπʼ ἀστράβης δʼ ὀχούμενος ἀργυρᾶς τῆς ἐξ Εὐβοίας, χλανίδας δὲ καὶ κυμβία καὶ κάδους ἔχων, ὧν ἐπελαμβάνονθʼ οἱ πεντηκοστολόγοι; ταῦτα γὰρ εἰς τοὺς ὁπλίτας ἡμᾶς ἀπηγγέλλετο· οὐ γὰρ εἰς ταὐτὸν ἡμεῖς τούτοις διέβημεν.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.130 Dem. 21.132 (English) >>Dem. 21.135

Powered by PhiloLogic